Original:
Musonius Rufus diskutiert die gemeinsamen Fähigkeiten beider Geschlechter
[1] οὔσης ἐν τῷ γένει <τῷ> ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’ ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμητέον τὰ προσφορώτατα […]· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, […], γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν […]· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἄν […]. Πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ κεῖται τὰ ἀνθρώπεια ἔργα καὶ ἔστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν. […].
[2] ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει. […] ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτὸν ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς.
Quelle:
Gaius Musonius Rufus:
Diatriben
/
διατριβή
/
Diatribae
3; 4 (p. 8f., 14 Hense).
Edition: N.N.
Themen:
-
Frauen in der Philosophie
-
Stoiker
-
Wege des Ich