Original:
Platon über die Vorzüge der Demokratie
Οὐκοῦν πρῶτον μὲν δὴ ἐλεύθεροι, καὶ ἐλευθερίας ἡ πόλις μεστὴ καὶ παρρησίας γίγνεται, καὶ ἐξουσία ἐν αὐτῇ ποιεῖν ὅ τί τις βούλεται;
Λέγεταί γε δή, ἔφη.
Ὅπου δέ γε ἐξουσία, δῆλον ὅτι ἰδίαν ἕκαστος ἂν κατασκευὴν τοῦ αὑτοῦ βίου κατασκευάζοιτο ἐν αὐτῇ, ἥτις ἕκαστον ἀρέσκοι.
Δῆλον.
Παντοδαποὶ δὴ ἂν, οἶμαι, ἐν ταύτῃ τῇ πολιτείᾳ μάλιστ᾿ ἐγγίγνοιντο ἄνθρωποι.
Πῶς γὰρ οὔ;
Κινδυνεύει, ἦν δ᾿ ἐγώ, καλλίστη αὕτη τῶν πολιτειῶν εἶναι· ὥσπερ ἱμάτιον ποικίλον πᾶσιν ἄνθεσι πεποικιλμένον, οὕτω καὶ αὕτη πᾶσιν ἤθεσιν πεποικιλμένη καλλίστη ἂν φαίνοιτο. [...] Ταῦτά τε δή, ἔφην, ἔχοι ἂν καὶ τούτων ἄλλα ἀδελφὰ δημοκρατία, καί εἴη, ὡς ἔοικεν, ἡδεῖα πολιτεία καὶ ἄναρχος καὶ ποικίλη, ἰσότητά τινα ὁμοίως ἴσοις τε καὶ ἀνίσοις διανέμουσα.
Quelle:
Platon:
Der Staat (Platon)
/
Πολιτεία
/
De re publica
(
rep.)
VIII 557bc.
Edition: N.N.
Themen: