Original:
Die Entwicklung der Urteilsenthaltung (epochē) nach Sextos Empirikos
[1] Ἔστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ᾿ οἱονδήποτε τρόπον, ἀφ᾿ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶτον εἰς ἐποχήν, τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν. [...]
[2] ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζώγραφου λέγεται, τοῦτο ὑπῆρξε καὶ τῷ σκεπτικῷ. φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὡς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ὑπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι·
[3] τὴν δὲ προσαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα. καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι, μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον. ἐπισχοῦσι δὲ αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία παρηκολούθησεν ὡς σκιὰ σώματι.
Quelle:
Sextos Empirikos:
Pyrrhonische Hypotyposen
/
Πυρρώνειοι ὑποτνπώσεις
/
Pyrrhoneae Hypotyposes
(
P. )
I 4. 12, p. 5. 11.
Edition: Mau
Themen:
-
Wege des Ich
-
Urteilsenthaltung