Original:
Marinos über Proklos‘ Ausbildung bei seinem zweiten Lehrer Syrian
ὁ δὲ παραλαβὼν αὐτὸν οὐ μόνον ἔτι περὶ τοὺς λόγους μειζόνως ὠφέλει, ἀλλὰ καὶ σύνοικον τοῦ λοιποῦ καὶ τοῦ φιλοσόφου βίου κοινωνὸν εἶχεν [...].Ἐν ἔτεσι γοῦν οὔτε δύο ὅλοις πάσας αὐτῷ τὰς Ἀριστοτέλους συνανέγνω πραγματείας, λογικάς, ἠθικάς, πολιτικάς,φυσικάς, καὶ τὴν ὑπὲρ ταύτας θεολογικὴν ἐπιστήμην. ἀχθένταδὲ διὰ τούτων ἱκανῶς, ὥσπερ διὰ τινῶν προτελείων καὶ μικρῶν μυστηρίων, εἰς τὴν Πλάτωνος ἦγε μυσταγωγίαν ἐν τάξει [...]· καὶ τὰς παρ’ ἐκείνῳ θείας ὄντως τελετὰς ἐποπτεύειν ἐποίει τοῖς τῆς ψυχῆς ἀνεπιθολώτοις ὄμμασι καὶ τῇ τοῦ νοῦ ἀχράντῳ περιωπῇ [...], ὥστε ὄγδοον καὶ εἰκοστὸν ἔτος ἄγων ἄλλα τε πολλὰ συνέγραψε καὶ τὰ εἰς Τίμαιον, γλαφυρὰ ὄντως καὶ ἐπιστήμης γέμοντα ὑπομνήματα. ἐκ δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ ἦθος ἐπὶ μᾶλλον κατεκοσμεῖτο, μετ’ ἐπιστήμης τὰς ἀρετὰς ἀνειληφώς.
Quelle:
Marinos von Neapolis:
Proklos oder das Glück
/
Proclus sive de beatitudine
§ 13.
Edition: N.N.
Themen: