Original:
Inschrift eines orphischen Goldplättchens (um 350 v. Chr.)
,ἔρχομαι ἐκ καθαρῶν καθαρά, χθονίων βασιλεία,
Εὔκλεες, ᾿Ευβουλεῦ τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι·
καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶναι·
ἀλλὰ με μοῖρ᾿ ἐδάμασσε καὶ ἀστεροβλῆτα κεραύνῳ·
κύκλου δ᾿ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο,
ἱμερτοῦ δ᾿ ἐπέβαν στεφάνου ποσὶ καρπαλιμοῖσι,
Δεσποίνας δ᾿ ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας‘.
,ὄλβιε καὶ μακαριστέ, θεὸς δ᾿ ἔσῃ ἀντὶ βροτοῖο‘.
,ἔριφος εἰς γάλ᾿ ἔπετον‘.
Quelle:
Unbekannt:
Goldplättchen aus Thurioi
Mansfeld I, Pythagoras nr. 76.
Edition: N.N.
Themen: